Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.249 Joseph. AJ 1.253 (English) >>Joseph. AJ 1.256

1.251 δὲ περὶ μὲν τῆς τῶν γονέων φιλανθρωπίας αὐτῆς ὀρθῶς εἰκάζειν αὐτὸν εἶπεν, ἐπεμέμφετο δὲ ὡς μικρολόγους ὑπειληφότα· πάντων γὰρ ἀμισθὶ μεθέξειν. δηλώσασα μέντοι Λαβάνῳ πρότερον τἀδελφῷ συγχωροῦντος ἄξειν αὐτὸν ἔλεγεν. 1.252

Ὡς οὖν τούτου γενομένου παρῆγε τὸν ξένον, τὰς μὲν καμήλους αὐτοῦ παραλαμβάνοντες οἱ Λαβάνου θεράποντες ἐτημέλουν, αὐτὸς δὲ δειπνήσων εἰσήγετο σὺν αὐτῷ καὶ μετὰ τὸ δεῖπνόν φησι πρός τε αὐτὸν καὶ τὴν μητέρα τῆς κόρης· “Ἅβραμος Θέρρου μέν ἐστιν υἱός, συγγενὴς δʼ ὑμέτερος· Ναχώρης γὰρ τούτων, γύναι, τῶν παίδων πάππος ἀδελφὸς ἦν Ἁβράμου ὁμοπάτριός τε καὶ ὁμομήτριος. 1.253πέμπει τοίνυν οὗτος πρὸς ὑμᾶς ἀξιῶν τὴν κόρην ταύτην παιδὶ τῷ ἑαυτοῦ λαβεῖν πρὸς γάμον, ὃς γνήσιός ἐστιν αὐτῷ καὶ μόνος ἐπὶ τοῖς πᾶσι τεθραμμένος. τῶν μὲν ἐκεῖ γυναικῶν δυνατὸν αὐτῷ τὴν εὐδαιμονεστάτην λαβεῖν οὐκ ἠξίωσεν ἀγαγέσθαι, τιμῶν δὲ τὸ γένος τὸν γάμον πολιτεύει τοῦτον. 1.254οὗ τὴν σπουδὴν καὶ τὴν προαίρεσιν μὴ ὑβρίσητε· κατὰ γὰρ θεοῦ βούλησιν τά τε ἄλλα μοι κατὰ τὴν ὁδὸν ἀπήντησε καὶ τὴν παῖδα καὶ τὸν ὑμέτερον οἶκον εὗρον. ἐπεὶ γὰρ πλησίον τῆς πόλεως ἐγενόμην, παρθένους ἰδὼν πολλὰς ἐπὶ τὸ φρέαρ παραγινομένας ηὐξάμην εἰς ταύτην ἐμπεσεῖν, δὴ γέγονε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.249 Joseph. AJ 1.253 (English) >>Joseph. AJ 1.256

Powered by PhiloLogic